網頁圖片
PDF
ePub 版

εἰ δ ̓ αὖ δύναιό μ ̓ ὀμμάτων ἰδεῖν ἄνευ,
πηγῆς τ ̓ ἀκοῦσαι τῆς ἀκουούσης ἄτερ,
γλώσσης τε χωρὶς ἀνταμείψασθαι πάλιν,
ἔννοιαν ἀσκῶν, τυφλὸς ὢν, των δίχα,
κακῶν ἄφωνος ῥημάτων, ἐγὼ τότ ̓ ἂν
οὐδὲν προτιμῶν ἡμέρας κατασκοπὴν
παντ ̓ ἂν φράσαιμι τἀμά σοι φρονήματα.
νῦν δ ̓ οὐ φράσαιμ ̓ ἂν, ἀλλ ̓ ὅμως σ ̓ ἄγαν φιλῶ,
καὶ δὴ δοκῶ σὲ προσφιλῶς ἔχειν ἐμοί.

ΙΩΑΝΝΗΣ. ΟΥΒΕΡΤΟΣ.

ΦΕΡ' ἐλθὲ δεῦρ', Οὔβερτε. πολλά σοι πάλαι τῆς εὐμενείας τῆς πρὶν ἀντοφείλομεν, ψυχὴ δὲ, φίλταθ', ἣν τόδ ̓ ἀμπέχει δέμας, εὖ μὲν παθοῦσ ̓ ἔξοιδεν, εἰς δ ̓ ὑπερβολὴν εὖ σ ̓ ἀντιδρῶσα τοῦτ ̓ ἀμείψεται χρέος· ὅρκων δὲ τῶν σῶν οὓς ἑκὼν ὀμώμοκας κεῖται παρ' ἡμῖν ζῶσα κοὐ φρούδη χάρις. δὸς δὴ χερός μοι πίστιν.—ἔσθ' ὅ σοι λέγειν ἔμελλον ἄρτι, φίλτατ', ἀλλὰ κρείσσονι καιρῷ μεταὖθις ἐξερῶ προσαρμόσας. καίτοι σάφ ̓ ἴσθι τοῦτόγ', αἰδοῦμαι λέγειν ὡς εὖ φρονῶ σοι καὶ τὸ σὸν στέργω κάρα. ΟΥ. ὤναξ, χάριν σοι δῆτα μυρίαν ἔχω. ΙΩ. ἀλλ ̓ οὐδέν ἐστι νῦν μὲν ἀνθ ̓ ὅτου τόδε λέγειν σε χρῆν, ἔσται δὲ δευτέρῳ χρόνῳ,

v. 38. Vid. Soph. Ed. Tyr. 1386.

40

10

v. 42. The introduction into this line of the word κατασκοπή has been suggested by Mr. Wordsworth's translation.

Yet it shall come, for me to do thee good.

I had a thing to say;-but let it go:

The sun is in the heaven, and the proud day,
Attended with the pleasures of the world,
Is all too wanton, and too full of gawds,
To give me audience. If the midnight bell
Did, with his iron tongue and brazen mouth,
Sound One unto the drowsy race of night;
If this same were a churchyard where we stand,
And thou possessed with a thousand wrongs;
Or if that surly spirit, melancholy,

Had baked thy blood, and made it heavy, thick,
(Which, else, runs tickling up and down the veins,
Making that idiot, laughter, keep men's eyes,
And strain their cheeks to idle merriment,
A passion hateful to my purposes;)

Or if that thou could'st see me without eyes,
Hear me without thine ears, and make reply
Without a tongue, using conceit alone,

Without eyes, ears, and harmful sound of words;
Then, in despite of brooded watchful day,
I would into thy bosom pour my thoughts:
But, ah, I will not-yet I love thee well;
And, by my troth, I think, thou lov'st me well.

ἥξει γὰρ ἦμαρ, κἂν τύχῃ βραδεῖ ποδὶ,
ὅτῳ σαφῶς ἔργοισιν εὔνοιαν φανῶ.
εἶεν. λόγον μέν σοί τιν ̓ ἤθελον λέγειν.
καίτοι τὸ σιγᾶν κρεῖσσον, ἐν γὰρ οὐρανῷ
ἥλιος ἐλαύνει, καὶ χλιδαῖσιν ἡμέρα
φλαυρῶν τε πλήθει τερψέων γαυρουμένη
ἡμᾶς ἐπωπᾶ, καὶ τόδ ̓ οὐκ ἀνέξεται
κλύουσα τοῦπος· εἰ δὲ νῦν χαλκόστομος
ἔκλαζε κώδων νυκτὸς ἐν μέσῳ δρόμῳ,
εἰ νεκρόδεγμον ἐνθάδ' οὗπερ ἕσταμεν
ἦν τυμβόχωστον ἕρκος, ἀναρίθμοις δέ συ
κακοῖς ἔκαμνες ἔσχατ ̓ ἐσχάτων παθὼν,
καί σοι μελαγχολός τις ὠμόφρων κότος
πεπηγὸς εἶχεν αἷμα καὶ παχνούμενον,
ὃ ζεῖν τὰ πλεῖστ ̓ εἴωθε καν διαῤῥοαῖς
πηδᾶν ἐλαφρῶς, κουφόνουν τ ̓ ἐν ὄμμασιν
ἀνῆψε φαιδρότητα, καὶ διαστρόφους
γέλωτι τείνει νηπίῳ παρηΐδας,
ὃς τοῖσδε πλεῖστον οἷς ἔχω βουλεύμασιν
ἐχθρὸς καθέστηκ', εἴ συ χωρὶς ὀμμάτων
ὁρᾶν κατῄδης, τὴν δ ̓ ἐμὴν ὤτων ἄνευ
αὐδὴν ἀκούειν, κἀξαμείβεσθαι πάλιν
φωνὴν ἔχων ἄφθογγον, ἐννοίᾳ μόνῃ
κλύων ἔμ', εἰσορῶν τε, καὶ προσεννέπων,
οὐ τἂν ἄυπνος ἡμέρας κατασκοπὴ,
οὐδ ̓ ἡλίου τόδ' ὄμμα μ' ἂν κατέσχεθεν
τὸ μὴ οὐχ ἅπασάν σοι γεγωνίσκειν φρένα.
νῦν δ ̓ οὐ λέγοιμ' ἄν.—ἀλλ' ὅμως φιλῶ σ ̓ ἐγὼ,
κἀμ', ὥσπερ οἶμαι, καὶ σύγ ̓ ἐξ ἴσου φιλεῖς.

20

30

40

[blocks in formation]

Ad. BUT do not so: I have five hundred crowns,

The thrifty hire I sav'd under your father,
Which I did store, to be my foster-nurse,

When service should in my old limbs lie lame,
And unregarded age in corners thrown:
Take that: and He that doth the ravens feed,
Yea, providently caters for the sparrow,

Be comfort to my age! Here is the gold:
All this I give you. Let me be your servant:
Though I look old, yet I am strong and lusty:
For in my youth I never did apply

Hot and rebellious liquors in my blood;
Nor did not with unbashful forehead woo
The means of weakness and debility;
Therefore my age is as a lusty winter,
Frosty, but kindly. Let me go with you:
I'll do the service of a younger man,

In all your business and necessities.

Or. O good old man: how well in thee appears The constant service of the antique world, When service sweat for duty, not for meed! Thou art not for the fashion of these times,

Where none will sweat, but for promotion;

ΑΔΑΜ. ΟΡΛΑΝΔΟΣ.

ΑΔ. ΜΗ δῆτα δράσης ταῦτά γ ̓ἀργύρου πάλαι σμικρόν τι θησαύρισμα φειδώλῳ βίῳ

ἔσωσα, τοῦ σοῦ πατρὸς οἰκέτης γεγώς, πολιαῖς τιθηνὸν τοῦθ ̓ ἑτοιμάσας, ἐπεὶ ἄρθροισι γῆρας χωλοποιὸν ἐμπέσοι, τὸ λαξπάτητον, κἀκποδὼν βεβλημένον. σύ νυν δέχου μοι τοῦτο, χώ καθ' ἡμέραν στρουθοῖσι καὶ κόραξι πορσύνων τροφὴν καμοὶ τροφεὺς γένοιτο τοὐντεῦθεν βίου. ἰδοὺ, τόδ ̓ ἐστι,—τοῦτό σοι δίδωμι πᾶν, ξύν σοι δ' ἑκὼν ἑκόντι γ ̓ εἶμι πρόσπολος. γέρων μὲν εἰμ' ἐς ὄψιν, ἰσχύω δ ̓ ὅμως, ὥρα γὰρ ἀσκῶν ἐν νέα τὸ σωφρονεῖν, οὐπώποθ' ὑγιὲς αἷμα μαργώντων φλογί ποτῶν ἔφυρον, οὐδ ̓ ἀναισχύντως χλιδὰς θηρῶν νοσωδεῖς ἐξετηκόμην σθένος τοιγὰρ τὸ τοῦδε γῆρας ὡς χειμών ποτε ἰσχυρὸς ἦλθε, ψυχρόν, εὐμενες δ' ὅμως. ἴθ ̓, ἔα μ ̓ ἕπεσθαι, μηδὲ νοσφίσῃς σέθεν, ἴθ', ἄντομαί σε.—Πάνθ ̓ ὅσ ̓ ἂν νεανίας δύναιτο, δράσω, σὴν χάριν πονούμενος. ΟΡ. ὦ λῆμ' ἄριστον, ὥς συ τοῖς πάλαι πρέπεις θνητοῖς βεβαιότητι γενναίᾳ φρενών, οἳ δεσπόταισι γνησίῳ προθυμία ἐκαρτέρουν κάμνοντες, οὐ κέρδους χάριν. νῦν δ' ἐν βροτοῖσι τἄμπαλιν νομίζεται, κοὐδεὶς ἀμισθὶ τοῖς πέλας πονεῖν θέλει,

10

20

« 上一頁繼續 »